Λειτουργικά Κείμενα Ἑορτής Ἁγίων Τριῶν Ἱεραρχῶν (30/1)

30η Ἰανουαρίου – Ἑορτή τῶν Ἁγίων Τριῶν Ἱεραρχῶν

Τ Λ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ

 

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

 

ΕΝ Τ ΜΙΚΡ ΕΣΠΕΡΙΝ

Ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόρρητα, αὐτοῦ καὶ θεῖα μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοῖς, εὐσεβείας ὡς κήρυξ σοφός∙ διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοῖς σοῖς διδάγμασιν Ὅσιε.

 

Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τῇ σοφίᾳ λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς ὁμόνοιαν ἤθροισας, ὀρθοδόξου Πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα.

 

Ἀρραγῆ σε θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τῇ αὐτοῦ Ἐκκλησίᾳ Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεορρῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων, καὶ νοημάτων τὸ πέλαγος.

 

Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμῶνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοητοῦ, ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γῆν, ταῖς αὐτῶν θείαις λάμψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῷ θείῳ, Θεολόγῳ Γρηγορίῳ, καὶ τὸν ὑψίνουν Βασίλειον.

Δόξα… Ἦχος πλ. β’

Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν… Θεοτοκίον  Ἦχος πλ. β’

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Continue reading